Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.31 Dem. 22.34 (English) >>Dem. 22.37

22.33περὶ μὲν τοίνυν τοῦ νόμου καθʼ ὅν, ὠφληκότος αὐτοῦ τοῦ πατρὸς τῷ δημοσίῳ χρήματα καὶ οὐκ ἐκτετεικότος, οὐκ ἔξεστι λέγειν οὐδὲ γράφειν τούτῳ, ταὐτὰ δίκαια λέγειν ἂν ἔχοιτʼ εἰκότως, ἐὰν φῇ δεῖν ἡμᾶς ἐνδεικνύναι. τότε γὰρ τοῦτο ποιήσομεν, οὐ μὰ Δίʼ οὐχὶ νῦν, ἡνίκα δεῖ σʼ ἑτέρων ὧν ἀδικεῖς δοῦναι λόγον, ἀλλʼ ὅταν προσῆκον ἐκ τοῦ νόμου, καὶ νῦν δὲ δείκνυμεν οὐκ ἐῶντα γράφειν σε, οὐδʼ τοῖς ἄλλοις ἔξεστι, τὸν νόμον. 22.34ὡς οὖν οὐκ ὦφλʼ πατήρ σου, τοῦτʼ ἐπίδειξον, ὡς οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου, ἀλλὰ τὰ χρήματʼ ἐκτείσας. εἰ δὲ μὴ ταῦθʼ ἕξεις δεικνύναι, οὐκ ἐξὸν γέγραφας· κληρονόμον γάρ σε καθίστησʼ νόμος τῆς ἀτιμίας τῆς τοῦ πατρός, ὄντι δʼ ἀτίμῳ σοι λέγειν οὐ προσῆκεν οὐδὲ γράφειν. καὶ περὶ μὲν τῶν νόμων οὓς παρεγραψάμεθα, οἶμαι δεῖν ὑμᾶς, ἄν τι φενακίζειν ἐγχειρῇ καὶ παράγειν οὗτος, ταῦθʼ ὑπολαμβάνειν διεξελήλυθʼ ἐγώ.

22.35εἰσὶ δὲ καὶ περὶ τῶν ἄλλων αὐτῷ λόγοι πρὸς τὸ φενακίζειν ὑμᾶς εὖ μεμηχανημένοι, περὶ ὧν βέλτιον ὑμᾶς προακοῦσαι. ἔστιν γὰρ εἷς αὐτῷ τοιοῦτος, μὴ πεντακοσίους ὑμῶν αὐτῶν ἀφελέσθαι τὴν δωρειὰν μηδʼ ὀνείδει περιβαλεῖν· ἐκείνων ἁγών, οὐκ ἐμός. ἐγὼ δʼ εἰ μὲν ἐμέλλετʼ ἀφαιρήσεσθαι τούτους μόνον, ἄλλο δὲ μηδὲν ὠφελήσειν τὴν πόλιν, οὐδὲν ἂν ὑμᾶς σφόδρα σπουδάζειν ἠξίουν· εἰ δὲ τῷ τοῦτο ποιῆσαι πλείους μυρίους τοὺς ἄλλους πολίτας βελτίους εἶναι προτρέψετε, πόσῳ κάλλιον τοσούτους παρασκευάσαι χρηστοὺς πεντακοσίοις ἀδίκως χαρίσασθαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 22.31 Dem. 22.34 (English) >>Dem. 22.37

Powered by PhiloLogic